Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.13 Dem. 28.15 (English) >>Dem. 28.18

28.14ταῦθʼ οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων μαρτυροῦσιν. οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδʼ ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δʼ ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν. 28.15 γὰρ πατήρ, ἄνδρες δικασταί, ὡς ᾔσθετο τὴν νόσον οὐκ ἀποφευξόμενος, συγκαλέσας τούτους τρεῖς ὄντας, καὶ συμπαρακαθισάμενος Δήμωνα τὸν ἀδελφόν, τὰ σώμαθʼ ἡμῶν εἰς τὰς χεῖρας ἐνέθηκεν παρακαταθήκην ἐπονομάζων, τὴν μὲν ἀδελφὴν Δημοφῶντι καὶ δύο τάλαντα προῖκα διδοὺς εὐθύς, καὶ γυναῖκʼ αὐτῷ ταύτην ἐγγυῶν, ἐμὲ δὲ πᾶσιν κοινῇ μετὰ τῶν χρημάτων παρακατατιθέμενος, καὶ ἐπισκήπτων μισθῶσαί τε τὸν οἶκον καὶ συνδιασῷσαί μοι τὴν οὐσίαν, 28.16διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τʼ ἐμὴν μητέρʼ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμʼ εἰς τὰ τούτου γόνατα τιθείς· ὧν οὗτος πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντʼ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφʼ ὑμῶν ἀξιώσει, μνῶν οὐδʼ ἑβδομήκοντʼ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.13 Dem. 28.15 (English) >>Dem. 28.18

Powered by PhiloLogic